Ancient Greek
CPR 18 19
Documentary Papyri, Cpr 18 19
Not analysed yet
Ἐπικράτης Θρᾶιξ τῶν Πτολεμαίου τοῦ Ἐτεωνέως τῆς ε ἱππαρχίας ἑκατοντάρουρος ἐμίσθωσεν Ἀρταβάζηι Μακεδόνι τῶν οὔπω ὑπὸ ἡγεμόνα τῆς …ἱππαρχίας …αρούρωι τὸν αὑτοῦ κλῆρον ὃν ἔχει περὶ τὴν Δικαίου Νῆσον εκ…ο… τοὺς κατεσπαρμένους καρποὺς τοῦ ιϛ ἔτους, ὡς δʼ αἱ πρόσοδοι τοῦ ιζ ἔτους, ἐκφορίου τακτοῦ πυρῶν ἀρταβῶν ἑκατὸν καὶ χόρτου ἀρουρῶν τριῶν ἀκίνδυνον. ἀποδότω δὲ Ἀρταβάζης Ἐπικράτηι τὸ ἐκφόριον ἐν μηνὶ Περιτίωι τοῦ ιϛ ἔτους καὶ τὸν χόρτον καὶ καταστησάτω εἰς τὴν Δικαίου Νῆσον πρὸς Ἐπικράτην. συγγραφοφύλαξ Κάσσανδρος Νίκωνος Μακεδὼν τῆς ἐπιγονῆς. ἦν Ἐπικράτης ὡς ἐτῶν …στρογγυλοπρόσωπος …ἐπισκάζων. Ἀρταβάζης ὡς ἐτῶν …στρογγυλοπρόσωπος ὀξύρριν ω… Κάσσανδρος ὡς ἐτῶν …ς οὐλὴ μήλωι ἀριστερῶι …δεξιάν. ἐγράφη ἔτους ιϛ …