Ancient Greek
CPR 18 4
Documentary Papyri, Cpr 18 4
Not analysed yet
Ἡρακλείδης Φιλοξένου Θρᾶιξ τῆς ἐπιγονῆς ὁμολογεῖ παρακεχωρηκέναι Ἡνιόχωι Ἡνιόχου Κυρηναίωι τῆς ἐπιγονῆς τοῦ αὑτοῦ ἀμπελῶνος οὗ εἶχεν περὶ Θεογενίδα πλὴν τῶν τριῶν ἀρουρῶν καὶ τετάρτου τῆς ἀμπέλου, ὧν ἐπρίατο Ἡνίοχος ἐκ τοῦ βασιλικοῦ τὰ λοιπὰ συγκύροντα τά τε ὑποδοχεῖα καὶ τὸν κάλαμον καὶ τὴν ψιλὴν γῆν καὶ τὸ μέρος τῆς ληνοῦ ὅσα ἐν τῆι …ὑποθήκηι διασεσάφηται ἔχειν τασσόμενον ὑπὲρ αὐτῶν τὰ εἰς τὸ βασιλικὸν γινόμενα. ἀπέχει δὲ Ἡρακλείδης παρὰ Ἡνιόχου τὸ ἀνήλωμα χαλκοῦ δραχμὰς πεντακοσίας. συγγραφοφύλαξ Κύδιππος Ἀγαθοκλέους …τῆς ε ἱππαρχίας ἑκατοντάρουρος. ἦν Ἡρακλείδης ὡς ἐτῶν δ… στρογγυλοπρόσωπος ἐπίγρυπος …. Ἡνίοχος ὡς ἐτῶν …Κύδιππος ὡς ἐτῶν ξε μέσος μελίχρως μακροπρόσωπος ἐπίγρυπος οὐλὴ μετώπωι ἐξ ἀριστερῶν. ἐγράφη ἔτους ιϛ …αιου.