Ancient Greek
CPR 18 5
Documentary Papyri, Cpr 18 5
Not analysed yet
Νικίας Βιάνορος …τῆς ἐπιγονῆς ἀπέδοτο Βρομερῶι Βρομεροῦ Θραικὶ τῆς ἐπιγονῆς οἴνου χοέας ἑκατὸν ἑβδομήκοντα τιμῆς τὸν χοέα χαλκοῦ δραχμῶν τεσσάρων ἀπέχων τὴν τιμὴν χαλκοῦ δραχμὰς ἑξακοσίας ὀγδοήκοντα. ἀποδότω δὲ Νικίας Βρομερῶι τὸν οἶνον ἐν πέντε μησὶν ἀπὸ μηνὸς Ὑπερβερεταίου τοῦ ιϛ ἔτους ἐκ τοῦ αὑτοῦ ἀμπελῶνος ὃν ἔχει περὶ τὸν Ἰβιῶνα τῶν πενταρούρων οἶνον ἄδολον μέτροις Ἀρσινόης προσμετρῶν ἑκάστωι χοὶ κοτύλας δύο κέραμον δʼ αὐτῶι Βρομεροῦ παρεχομένου. συγγραφοφύλαξ Δωρίων Ποσειδωνίου Μεγαρεὺς τῆς ἐπιγονῆς. ἦν Νικίας ὡς ἐτῶν κβ εὐμεγέθης μελίχρως μακροπρόσωπος. Βρομερὸς ὡς ἐτῶν νη εὐμεγέθης μελίχρως μακροπρόσωπος. λου… οὐλὴ ῥινὶ μέσηι. Δωρίων ὡς ἐτῶν λ βραχὺς μελίχρως μακροπρόσωπος ἀναφάλανθος οὐλαὶ μετώπωι παντί. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου.