Ancient Greek
CPR 22 1
Documentary Papyri, Cpr 22 1
Not analysed yet
ἐπειδὴ κατὰ κέλευσιν τοῦ εὐκλεεστάτου ἀμιρᾶ ἔδοξεν ἀπαιτηθῆναι τὸν ἀνδρισμὸν Ἑρμουπόλεως καὶ ἐνενόησα ὡς μὴ ἄρα φοβήσωσίν τε καὶ φύγωσιν, ἰδοὺ σιγέλλιν ἐποίησα καὶ ἔπεμψά σοι· πέμψον εἰς ὅλα τὰ χωρία τοῦ σκέλους σου καὶ εἰς τὰ ἐποίκια ἵνα ὅντινα εὕρωσιν κἄν τε ἔμπορον τοῦ Σεραπείου κἄν τε παγανὸν ἀνερχόμενον ἢ κατερχόμενον κρατήσωσιν καὶ ἐνέγκωσίν μοι. τοιαύτην οὖν παραφυλακὴν ποίησον ἀπὸ τοῦ ποταμοῦ ἕως τοῦ ὄρους καὶ εἰς τὰ πορθμεῖα ἵνα μηδεὶς παρέλθῃ τοῦ σκέλους σου καὶ κινδυνεύσῃς. ἰδοὺ προέγραψά σοι ἀπελύθη φαρμοῦθι η ὥρᾳ …ἀποδοθήτω Σενουθίῳ νοταρίῳ παρὰ Ἀθανασίου ἰλλουστρίου