Ancient Greek
CPR 22 2
Documentary Papyri, Cpr 22 2
Not analysed yet
τὸ εὐαγὲς νοσοκομεῖον Λεοντίῳ βοηθῷ Μηνᾶ τοῦ λαμπροτάτου ὑποδέκτου, ὁμολογεῖ διὰ τοῦ ὁσιωτάτου ἀββᾶ Σενουθίου ἐπισκόπου ὡς μίαν χρυσίου λίτραν ἐλογίζου τῷ αὐτῷ νοσοκομείῳ ἀπὸ δημοσίων αὐτοῦ δευτέρας ἰνδικτίονος ἐξ ἐνταγίου Ἀθανασίου τοῦ ἐνδοξοτάτου ἰλλουστρίου καὶ παγάρχου Ἑρμοπολίτου, καὶ πρὸς τὸ δῆλον εἶναι καθυπεγράψω τῷδε τῷ ὁμολογήματι τὸ νοσοκομεῖον στοιχεῖ διὰ ἀββᾶ Σενούθου τοῦ ὁσιωτάτου ἐπισκόπου. διʼ ἐμοῦ Κομιτᾶ ἐλαχίστου ἐξεδόθη καὶ ἐγράφη ὁμολογία τοῦ νοσοκομείου βασιλείου β ἰνδικτίονος εἰς χρυσίου λίτραν μίαν