Ancient Greek
CPR 35 13
Documentary Papyri, Cpr 35 13
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος γυμνασιάρχου ἱππικοῦ ἀπὸ στρατιῶν ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ἐπὰν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ …ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν λ Αὐρήλιος Τούρβων ὁ καὶ Ἀμμώνιος ἐπιδέδωκα