Ancient Greek
CPR 35 9
Documentary Papyri, Cpr 35 9
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ὅταν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ· ἐπεὶ οὖν τῇ ἑνδεκάτῃ τοῦ ὄντος μηνὸς Φαῶφι ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Σ…σ… …ας ἀκολούθως τῷ λόγῳ ……ετ γυμνασιαρχοῦντος Αὐρηλίου Τούρβωνος τοῦ καὶ …καὶ τῇ τετρακαιδεκάτῃ ὁμοίως γυμνασιαρχοῦντος Κλαυδίου Εὐδαίμονος καὶ τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ αὐτοῦ μηνὸς Φαῶφι ἀναλειψία ἐγένετο γυμνασιαρχοῦντος Θεογειτίωνος τοῦ καὶ Διονυσάμμωνος ὁμοίως ἀκολούθως τῷ κλήρῳ αὐτὸ τοῦτο φανερὸν ὑμῖν ποιῶ ἱνʼ εἰδῆτε· διευτυχεῖτε. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι λ Αὐρήλιος Τούρβων ὁ καὶ Ἀμμώνιος ἐπιδέδωκα