Ancient Greek
CPR 35 23
Documentary Papyri, Cpr 35 23
Not analysed yet
Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης καὶ λαμπροτάτης ἡ κρατίστη βουλὴ Αὐρηλίῳ Δημητρίῳ τῷ καὶ Φιλοθ… ἀγορανόμῳ βουλευτῇ τῷ φιλτάτῳ χαίρειν. ἡ πολιτικὴ ἀγορὰ καὶ πρὸς κόσμον τῆς πόλεως ἄριστον οἰκοδόμημα καὶ πρὸς ὠφέλειαν οὐκ ὀλίγα συμβάλλεται προσοδεύουσα ἀπὸ τῶν μισθουμένων …τοὺς ἐν αὐτῇ τόπους ……ης σὺν ἐρευνητῇ ……τ…νε…εχει… ἁρμόζει γὰρ ἐπικοσμεῖν τὰ δημόσια οἰκοδομήματα, καταχωριεῖς δὲ λόγους εἴς τε τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ λ.