Ancient Greek
CPR 35 24
Documentary Papyri, Cpr 35 24
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει …ἐνάρχῳ πρυτάνει τῆς αὐτῆς πόλεως …παρὰ Αὐρηλίου Ἀνουβίωνος Ὡρίωνος μητρὸς …ἀπὸ κώμης Τιτκώεως πρὸς …το… βούλομαι μισθώσασθαι ἀπὸ τοῦ πολιτικοῦ λόγου ἃς προεῖχα ἐν μισθώσει περὶ Τιτκῶιν ἐκ τοῦ Νοστίμου κλήρου ἀρούρας δεκαεπτὰ ἐπʼ ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ιδ ἔτους τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ εἰς σπορὰν πυροῦ καὶ χόρτου κατʼ ἔτος κατὰ τὸ ἥμισυ ἐκφορίου καὶ φόρου τῆς μὲν ἐν πυρῷ ἡμισείας ἀποτάκτων ἀρταβῶν ἑβδομήκοντα ἑπτά, τῆς δὲ ἐν χόρτῳ ἐσπαρμένης ἡμισείας ἀποτάκτου ἀργυρίου δραχμῶν τριακοσίων ἕνδεκα, ἃς ἀποδώσω καὶ μετρήσω κατʼ ἔτος ἐν τῷ Παῦνι καὶ Ἐπεὶφ μησί, τὸ μὲν ἀργύριον διαγράψω εἰς τὸ δημόσιον ἀπὸ δὲ τοῦ πυροῦ μετρήσω εἰς τοὺς δημοσίους θησαυροὺς πρώτῃ μετρήσει, τὸ δʼ ἀπὸ τῆς γῆς μέτρημα δ… …εἰς τὸν λόγον τῆς πόλεως …δε…ναι, τὸ δὲ λοιπὸν μετρήσω μέτρῳ δοχικῷ …μενους μέτρῳ Ἀθηναίῳ ἑκτημόρῳ ……,τῶν δημοσίων πάντων τῆς γῆς καὶ ἐπιμερισμῶν ὄντων πρὸς τὸν πολιτικὸν λόγον· ἐὰν δέ, ὃ μὴ γένοιτο, ἄβροχος γένηται ἀπὸ μέρους οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσει, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου ἐπιθέματος δὲ γενομένου κατʼ ἔτος ἐξὸν ἑτέροις μεταμισθοῦν ἢ καὶ ἀντιλαμβάνεσθαι· καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Ἀνουβίων Ὡρίωνος μεμίσθωμαι ὡς πρόκειται …ἔγραψα ὑπὲρ αὐτοῦ φαμένου μὴ εἰδέναι γράμματα