Ancient Greek
CPR 35 34
Documentary Papyri, Cpr 35 34
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Μάρκου Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει παρὰ Αὐρηλίου Δημητρίου τοῦ καὶ Εὐδαίμονος Ἑρμίνου βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς ἐπιμέλειαν προκαύσεως Ἁδριανῶν θερμῶν βαλανείων τῆς αὐτῆς πόλεως· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ τοῦ πολιτικοῦ λόγου εἰς τὴν αὐτὴν πρόκαυσιν ἀκολούθως τοῖς ὑπομνηματισθεῖσι ἐπὶ τῆς αὐτῆς κρατίστης βουλῆς τῶν ἐν τῷ γυμνασίῳ Ἁδριανῶν θερμῶν βαλανείων καὶ νῦν ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἑξακοσίας γίνεται ἀργυρίου τάλαντα α δραχμαὶ χ οὗ τὸν λόγον ἐπιδώσω τῷ πολιτικῷ λογιστηρίῳ, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ ιδ Αὐρήλιος Δημήτριος ὁ καὶ Εὐδαίμων βουλευτὴς αἰτοῦμαι τὸ τοῦ ἀργυρίου τάλαντον ἓν καὶ δραχμὰς ἓν ἑξακοσίας ὡς πρόκειται τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτά της διʼ Αὐρηλίου Ἀλεξάνδρου τοῦ καὶ Κορελλίου γυμνασιάρχου ἱππικοῦ ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου Διδύμου …π…ν… ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Δίδυμος …