Ancient Greek
CPR 35 35
Documentary Papyri, Cpr 35 35
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Κορελλίου τοῦ καὶ Ἀλεξάνδρου καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ἀχιλλέως τοῦ καὶ Ἑρμοδώρου βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς συνωνὴν ποιήσασθαι καὶ ἀνακομιδὴν ξύλων τεκτονικῶν τῶν εἰς τὴν οἰκοδόμησιν δημοσίων βαλανείων τῆς πόλεως· αἰτοῦμαι ἐπισταλῆναι ἀπὸ λόγου πολιτικοῦ ἐπὶ προχρείας εἰς συνωνὴν ξύλων καὶ ἀνακομιδὴν αὐτῶν ἀργυρίου καινοῦ νομίσματος τάλαντα δύο καὶ δραχμὰς τρισχιλίας ὧν τὸν λόγον καταχωριῶ εἰς τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἀκολούθως τῷ ἐπιστάλματι Αὐρήλιος Ἀχιλλεὺς ὁ προκείμενος βουλευτὴς αἰτοῦμαι ὡς πρόκειται ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …