Ancient Greek
CPR 1 p. 110 Pap. E. R. no. 2031
Documentary Papyri, Cpr 35 38
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διʼ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιᾶς εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου …μου Διδύμου βουλευτοῦ αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς ἅμα Μαξιμ… …γενομένου βουλευτοῦ εἰς ἐπιμέλειαν οἴνου ἀννώνης διανεμεθείσης τοῖς τότε μ… …του γενναιοτάτοις στρατιώταις· αἰτούμεθα ἐπισταλῆναι ἀπὸ πολιτικοῦ λόγου …τὰ καὶ προσχρησθέντα εἰς τὴν προκειμένην ἐπιμέλειαν ὑπὲρ τοῦ ἐπιβάλλοντος τῇ πόλει τρίτου μέρους ὑπὲρ μηνῶν Μεσορὴ καὶ Θὼθ καὶ Μεσορὴ μὲν τοῦ διεληλυθότος ιγ ἔτους Θὼθ δὲ τοῦ ἐνεστῶτος ιδ ἔτους ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς χιλίας τεσσαράκοντα ὧν τὸν λόγον καταχωριοῦμεν εἰς τὸ πολιτικὸν λογιστήριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …