Ancient Greek
CPR 35 37
Documentary Papyri, Cpr 35 37
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης διὰ Αὐρηλίου Ἀλεξάνδρου τοῦ καὶ Κορελλίου ἀπὸ στρατιῶν καὶ ὡς χρηματίζει ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Ὡριγένους Ὡρίωνος βουλευτοῦ τῆς αὐτῆς πόλεως αἱρεθέντος ὑπὸ τῆς κρατίστης βουλῆς εἰς ἐπιμέλειαν καὶ συνωνὴν γύψου καὶ χάλικος ὑπὲρ τῶν ἐν τῷ γυμνασίῳ τῆς αὐτῆς πόλεως Ἁδριανῶν βαλανείων τοῦ αὐτοῦ γυμνασίου· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου εἰς τὰ διʼ ἐμοῦ γινόμενα ἀναλώματα τῆς αὐτῆς ἐπιμελείας ἀργυρίου τάλαντα …ὧν τὸν λόγον καταχωριῶ εἴς τὸ πολιτικὸν λογιστήριον, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ …Αὐρήλιος Ὡριγένης Ὡρίωνος βουλευτὴς αἰτοῦμαι ὡς πρόκειται