Ancient Greek
CPR 35 45
Documentary Papyri, Cpr 35 45
Not analysed yet
……δροσιη… καὶ Κολλούθου Πανκολλαύχιος μητρὸς Εὖτος και …τιος καὶ Δακὸς …καὶ Πανκολλαύχιος Πενήνιος μητρὸς …καὶ τῶν λοιπῶν ἐπιστατῶν τῶν πολιτικῶν ποτίμου ὕδατος ὑδραγωγείων …διʼ ἡμῶν τῶν προκειμένων· αἰτούμεθα ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ …αὐτῆς ὑδροπαροχίας μονου… επ… νυμφαίων ἀπὸ μηνὸς Θὼθ ἕως Ἁθὺρ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιδ ἔτους τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ μηνῶν τριῶν, ἑκάστου μηνὸς δραχμῶν πεντακοσίων, τὰς συναγομένας ἀργυρίου δραχμὰς χιλίας πεντακοσίας, γίνονται ἀργυρίου δραχμαὶ Αφ, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· διευτυχεῖτε. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι θ οἱ προκείμενοι αἰτούμεθα ὡς πρόκειται· Αὐρήλιος Σιλβανὸς Ἑρμείου ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα