Ancient Greek
CPR 35 46
Documentary Papyri, Cpr 35 46
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης καὶ λαμπροτάτης παρὰ Κλαυδίου Μαικήνα ἰσθμιονίκου παγκρατιαστοῦ παραδόξου καὶ ὡς χρηματίζω· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου ὧν ἐνίκησα καὶ ἐστεφανώθην ἱερῶν εἰσελαστικῶν ἀγώνων τῶν ἀπὸ μηνὸς ……τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιδ ἔτους μηνῶν …ὡς τοῦ μηνὸς δραχμῶν σ μετὰ λοιπογραφῆς ταλάντων β δραχμῶν …β τριώβολον χαλκοῦς δ τὰ συναγόμενα τάλαντα δύο καὶ δραχμὰς τετρακισχιλίας …κοσίας πέντε, γίνεται τάλαντα β δραχμὰς Δ…ε, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Παρθικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ …Κλαύδιος Μαικήνας ἰσθμιονίκης αἰτοῦμαι ὡς πρόκειται