Ancient Greek
CPR 35 59
Documentary Papyri, Cpr 35 59
Not analysed yet
πβ Αὐρηλίῳ Ἀλεξάνδρῳ τῷ καὶ Ἀντωνίνῳ βουλευτῇ ταμίᾳ πολιτικοῦ λόγου Αὐρηλίῳ Πλουτίωνι κρατίστῳ δουκηναρίῳ καὶ ἀπὸ Μουσείου ἱερονίκῃ διὰ τοῦ πατρὸς Ἐπιμάχου τοῦ καὶ ……καὶ ὡς χρηματίζει αἰτησαμένῳ ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων αὐτοῦ ὧν ἐνίκησεν καὶ ἐστεφανώθη ἱερῶν εἰσελαστικῶν οἰκουμενικῶν ἀγώνων τῶν ἀπὸ Παῦνι μηνὸς τοῦ διεληλυθότος ιδ ἔτους ἕως Θὼθ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιε ἔτους μηνῶν δ ὡς τοῦ μηνὸς δραχμῶν διακοσίων λοιπογεγραμμένων δραχμῶν Γρξη ὑπολογουμένων ……δραχμῶν κγ τριωβόλου τὰς συναγομένας ἀργυρίου δραχμὰς τρισχιλίας ἑκατὸν τεσσαράκοντα τέσσαρας ὀβολοὺς τρεῖς γίνεται ἀργυρίου δραχμαὶ Γρμδ τριώβολον ἐξοδίασον, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ ὧν ἔχουσι πάντων δικαίων· ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι …