Ancient Greek
CPR 35 60
Documentary Papyri, Cpr 35 60
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου …ἀποδεδειγμένου γυμνασιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως παρὰ Αὐρηλίου Ἑρμοδώρου Σιλβανοῦ Ἑρμοπολίτου ἱερονίκου μονοστεφάνου· αἰτοῦμαι ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων μου οὗ ἐνίκησα καὶ ἐστεφανώθην οἰκουμενικοῦ Ὀλυμπικοῦ ἀγῶνος ἐν Βόστρᾳ τῶν ἀπὸ …τοῦ διεληλυθότος ιγ ἔτους ἕως Μεχεὶρ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιδ ἔτους μηνῶν …ὡς τοῦ μηνὸς δραχμῶν τὰς συναγομένας ἀργυρίου δραχμὰς τετρακισχιλίας γίνονται ἀργυρίου δραχμαὶ Δ ,λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ δ Αὐρήλιος Ἑρμόδωρος Σιλβανοῦ αἰτοῦμαι ὡς πρόκειται