Ancient Greek
CPR 35 8
Documentary Papyri, Cpr 35 8
Not analysed yet
τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας σεμνοτάτης τε καὶ λαμπροτάτης διὰ Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου εὐθηνιαρχήσαντος γυμνασιάρχου βουλευτοῦ νεωκόρου τοῦ ἐνταῦθα μεγάλου Σαράπιδος ἱππικοῦ ἀπὸ στρατιῶν ἐνάρχου πρυτάνεως παρὰ Αὐρηλίου Τούρβωνος τοῦ καὶ Ἀμμωνίου Ἀμμωνίου Τούρβωνος καὶ ὡς χρηματίζω ἐλαιοχύτου τοῦ ἐνταῦθα γυμνασίου κατὰ τὰ κελευσθέντα διʼ ὑπομνημάτων ὑπὸ τοῦ κράτιστα ἐπιστρατηγήσαντος Αὐρηλίου Τίρωνος περὶ τοῦ ἐπὰν ἀναλειψία γένηται προσφωνεῖν με τῇ κρατίστῃ βουλῇ· ἐπεὶ οὖν τῇ τρίτῃ τοῦ ὄντος μηνὸς Θὼθ ἀναλειψία ἐγένετο γυμνασιαρχούντων κληρονόμωνν Ἡρακλείου τοῦ καὶ Ἥρωνος καὶ τῇ ὀγδόῃ γυμνασιαρχοῦντος Θεογιτίωνος τοῦ καὶ Διονυσάμμωνος καὶ τῇ δεκάτῃ γυμνασιαρχούντων κληρονόμων Ἑρμοφίλου τοῦ καὶ Ἰσιδώρου καὶ ἑνδεκάτῃ γυμνασιαρχοῦντος Σαραπίωνος …ωνος καὶ …καιδεκάτῃ γυμνασιαρχοῦντος …του τοῦ καὶ …άμμωνος καὶ …καὶ εἰκάδι γυμνασιαρχοῦντος …νους Κοπρέου καὶ …τῃ εἰκάδι γυμνασιαρχοῦντος Εὐδαίμονος τοῦ καὶ Ἑρμείνου καὶ …καὶ εἰκάδι γυμνασιαρχοῦντος …ου Ἀκυλίνου ὁμοίως καὶ τῇ τριακάδι τοῦ αὐτοῦ μηνὸς Θώθ ἀναλειψία ἐγένετο γυμνασιαρχουντ… …ἀντὶ τοῦ ἀποδειχθησομένου ἀκολούθως τῷ γενομένῳ ὑπομνήματι ὑπὸ Τιβερίνου …