Ancient Greek
CPR 5 14
Documentary Papyri, Cpr 5 14
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Νέου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ α Τῦβι λ τῆς εὐτυχοῦς τρεισκαιδεκάτης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει. Φλαουίῳ Ὀλυμπίῳ τῳ λαμπροτάτῳ καὶ περιβλέπτῳ κόμετι τοῦ θείου κονσιστωρίου γεουχοῦντι ἐν τῷ Ἡρακλεοπολίτῃ διὰ Ἰουλίου Ἀνουβίωνος ὑμετέρου οἰνοπράτου Αὐρήλιος Ἰωνᾶς Σκὶμ υἱὸς Ἰωάννου…ιαβῆνις ἀπὸ τῆς αὐτῆς πόλεως ἁλιεὺς μεγάλων…λ…ων χαίρειν. ὁμολογῶ διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἔχειν παρʼ ἐμαυτῷ καὶ ἐποφείλειν σοι ὑπὲρ τιμῆς οὗ ἐώνημαι παρὰ σοῦ οἴνου δοκιμασθέντος παρʼ ἐμοὶ …ὃν καὶ ἀπηνεγκάμην εἰς τὸ ἴδιόν μου χρυσοῦ νόμισμα δόκιμον ἁπλουν ἓν παρὰ κεράτια τρία κεφαλαίου δημοσίῳ ζυγῷ, γίνεται χρυσοῦ νόμισμα α παρὰ κεράτια γ κεφαλαίου ὅπερ καὶ ἀποδώσω σοι καλῇ πίστει τῷ ἐπιόντι μηνὶ Μεχεὶρ τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος χωρὶς ὑπερθέσεως καὶ ἀντιλογίας καὶ οὐκ ἔξεσται κοιλαίνειν τὴν προθεσμίαν περὶ τὴν ἀπόδοσιν ὑποκειμένων εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων. …καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰωνᾶς Σκίμ …φιλικὸν Ἰωνᾶ Σκὶμ ἁλιέως …