Ancient Greek
CPR 5 16
Documentary Papyri, Cpr 5 16
Not analysed yet
χμγ τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Θεοδωρίχου τοῦ λαμπροτάτου Θὼθ ιθ ι ἰνδικτίονος Αὐρηλίᾳ Εὐτροπίᾳ Ἡλιοδώρου τῇ εὐγενεστάτῃ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἑρμαπόλλωνος Θεοδώρου διαστολέως τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ διετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίονος τὰς ὑπαρχούσας σοι ἀρούρας δύο ὄγδοον σὺν αἱροῦντι μέρει τοῦ ἐκεῖσε λάκκου διακειμένας ἐν τῷ ἕλει περὶ Θῦνιν εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρῶμαι γενημάτων φόρου τούτων ἀποτάκτου κατʼ ἔτος σιτοκρίθου κατὰ τὸ ἥμισυ ἀρταβῶν δεκαέξ ,ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω κ…