Ancient Greek
CPR 5 17
Documentary Papyri, Cpr 5 17
Not analysed yet
……πόλεως χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως ἐπομνύμενος θεὸν παντοκράτορα καὶ τὴν θείαν εὐσέβειαν τῆς καλλινίκου κορυφῆς ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι μονῆς καὶ ἐμφανείας τὸ σύστημα τῶν καπήλων Ἡρακλέους πόλεως παραμένοντας καὶ ἐξυπηρετουμένους τῇ ἀφθονίᾳ τῆς πόλεως καὶ τὴν ἀρχοντικὴν πλαγίαν κατὰ τὴν πρόσταξιν τοῦ μεγαλοπρεπεστάτου ἄρχοντος εἰς πάντα τὸν χρόνον τῆς λογιστείας τοῦ προειρημένου οἴκου καὶ μηδαμῶς ἀπολιμπανομένους, εἰ δὲ οὗτοι ἀπολειφθῶσιν καὶ ἐπιζητουμένους μὴ παρενέγκω καὶ παραδώσω ἐν δημοσίῳ τόπῳ ταύτης τῆς πόλεως ἐκτὸς ἁγίων περιβόλων καὶ θείων χαρακτήρων καὶ πάσης οἱασδήποτε ἄλλης ……στιππουχειριστ