Ancient Greek
CPR 5 19
Documentary Papyri, Cpr 5 19
Not analysed yet
Ἑρμ… καὶ ε… χαίρειν καὶ διὰ παντὸς ἐρρωμένον διαμένειν ὅλῳ τῷ σώματι εἰς μακροὺς χρόνους, ἐπεὶ ἡ τύχη σου ἐπέτρεψε ἡμῖν ἵνα σε προσκυνήσωμεν καὶ ἀσπασώμεθά σε. ὡς καὶ σὺ γὰρ ἡμῶν ἐμνήσθης παρʼ ἕκαστα κατʼ ἐπιστολήν, οὕτως καὶ ἐγὼ ἐνθάδε τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς κυρίοις Διοσκόροις καὶ παρὰ τῷ κυρίῳ Σεράπιδι καὶ εὔχομαί σοι τὴν σωτηρίαν τοῦ παντὸς βίου καὶ τὴν ὑγείαν τῶν τέκνων σου καὶ τοῦ παντὸς οἴκου σου. τὰ δὲ ὅλα ἔρρωσό μοι, ὁ πάτρων μου καὶ τροφεύς. ἄσπασαι τοὺς σοὺς πάντας καὶ πάσας. ἀσπάζονταί σε οἱ ἐνθάδε θεοὶ πάντες καὶ πᾶσαι. ἔρρωσο. Θὼθ ιϛ. …Σεραπίωνι τῷ κυρίωι.