Ancient Greek
CPR 5 20
Documentary Papyri, Cpr 5 20
Not analysed yet
Χαιρήμων Εὐδαίμονι ἀδελφῷ χαίρειν. καλῶς ποιήσεις, ἄδελφε, τέλειαν τὴν εὐποιΐανσου ἀποδεῖξαι καὶ πρὸς ὃ βλέπεις. τὴν ἀδελφὴν ἡμῶν, ἐὰν ἦν μόνη, πᾶν ποίησον πέμψαι αὐτὴν μετὰ τῆς μητρός σου, εἰ δὲ οὐ, ἐν σοὶ γενέσθω. καὶ πρὸς τὸ συνφέρων ἀντίγραψόν μοι. βίασαι δὲ τοῦ αὐτὴν πέμψαι ἐν Ἀλεξανδρίᾳ, ἐὰν δὲ ἴδῃς ὅτι ἀηδίαν ἔχει καὶ οὐ δύναται, ἀντιγράψατέ μοι …τέλειάν σου τὴν εὐποιΐαν ἀποδι… …ησου… ἀσπάζομαί σε καὶ τὴν σύνβιόν σου καὶ τοὺς σοὺς πάντας. τὰ ἀντίγραφά μοι ταχὺ πέμψον παρὰ τὸν πατέρα σου. ἐρρῶσθαί σε εὔχομαι. …παρὰ Χαιρήμονος …