Ancient Greek
CPR 5 23
Documentary Papyri, Cpr 5 23
Not analysed yet
τῷ δεσπότῃ μου ὡς ἀληθῶς τιμιωτάτῳ ἀδελφῷ Γεροντίῳ Ἠλία Κτήσιππος χαίρειν. ἐπειδὴ Μακάριος ὁ ἡμέτερος ναύτης ἐγόμωσεν ὀλίγα βάκανα ἐν Ὀξυρύγχον καταξιωσάτω ἡ ὑμῶν ἀδελφοσύνη τοῦτον ποιῆσαι πωλῆσαι αὐτὰ καλῆς τιμῆς οἵας αὐτὸς θέλει πωλῆσαι καὶ ἀνεπηρέαστον αὐτὸν παρά τινος γενέσθαι ἕως ἂν ἀπαρτίσῃ τὸ πλοῖον, ἐμοὶ τὰ πολλὰ χαριζόμενοι. καὶ γὰρ ὁ θεὸς οἶδεν ὅτι εἰ μὴ ἔγραψα τῇ ὑμῶν ἀδελφοσύνῃ, χωρὶς γραμμάτων λέγον ὑμῖν περὶ ἐμοῦ, οὐκ ἂν εἴχατε ε…παρά τινος ἐπηρεασθῆναι. περὶ δὲ …καταξιώσατε δηλῶσαί μοι, τὰ πλεῖστά μοι χαριζόμενοι. προσαγορεύει ὑμᾶς ὁ κύριός μου καὶ ἀδελφὸς Φίλιππος. προσαγορεύω πάντας τοὺς φιλοῦντας ὑμᾶς ἡδέως. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλ… τῷ δεσπότῃ μου ὡς ἀληθῶς φιλτάτῳ …