Ancient Greek
CPR 6 80
Documentary Papyri, Cpr 6 80
Not analysed yet
Εὐδαίμων Ἀπολλῶτι τῷ κυρίῳ μου ἀδελφῶι χαίρειν. φθάνω σοι γράψας καὶ διετέλεσα περὶ τῶν τοῦ μετάλλου φυλάκων περὶ τῶν χωμάτων ἵνα αὐτὰ ἀσφαλίσῃ καὶ περιττὸν μὲν ποιῶ γράφων. αὐτάρκης γὰρ εἶ ἀπὸ σεαυτοῦ. περὶ τῆς πλίνθου γράφω σοι ἵνα εἰ συμφέρει μετενεχθῆναι αὐτὴν μετενέγκῃς καὶ σφραγίσῃς. μελέτω δέ σοι καὶ γράφειν μοι διʼ ὧν ἐὰν εὕρῃς. Χρυσερῶτα ποίησον χιτωνάριον ὑφανθῆναι …ακολουθ…καρχη… νηστοου ἐπιστρατήγου …προσδοκῶμεν. ἐὰν οὖν βούλῃ …τι πράξωμεν ἐπιστέλλῃς. ἀσπάζομαι τὴν μητέρα καὶ τοὺς ἐν οἴκῳ. τὸ δὲ κλειδίον ἐνετειλάμην ε… Χαιρήμονι εἰς τὴν μέσην …ἐξελθόντων αὐτῶν ἀνα… τα ἔνδον γῇ εἰ οὖν ἐγένετο …ἀλλὰ μὴ ἀμελήσῃς τοῦτο ποιῆσαι ἐρρῶσθαί σε εὔχομαι ἀδελφέ μου …ἀπόδος Ἀπολλῶτι παρὰ Εὐδαίμωνος