Ancient Greek
CPR 6 82
Documentary Papyri, Cpr 6 82
Not analysed yet
κυρίῳ μου πατρὶ Σαραπίωνι Γερόντιος υἱὸς χαίρειν. ἀπέστειλά σοι διὰ Σερήνου τοῦ δημοσίου εἰς λόγον ναύλου πρόσφορα τάλαντα σμ. περὶ δὲ τῆς ἐκβολῆς τοῦ σίτου τῆς Τετρακωμίας ἐποίησα Ἑρμίαν καὶ Παῦλον εἰς τοῦτο καθῖσαι καὶ τὴν λοιπάδα τοῦ ναύλου ἀπαιτῆσαι καὶ τοῦ ἐξαργυρισμοῦ καὶ ἀποστεῖλαί σοι ἐπὶ τῆς πόλεως. ἐρρῶσθαί σε εὔχομαι κύριέ μου πάτερ πολλοῖς χρόνοις.