Ancient Greek
CPR 8 46
Documentary Papyri, Cpr 8 46
Not analysed yet
…ἰνδικτίονος …πρακτορι… ἐν γεωργίῳ Ἀθενοδώρου ἀρούρας τέσσαρες ἥμισυ τέταρτον ὄγδοον, γίνονται ἄρουραι δ 𐅸η φόρου ἀποτάκτου πρὸς ἀλλήλους συμπεφωνημένου ἑκάστης ἀρούρας μίας πυροῦ ἀρτάβας τέσσαρας γίνονται ἀρτάβαι δ, ὅνπερ φόρον ἀποδώσω σοι τῷ καιρῷ τῆς τρύγης ἀνυπερθέτως μέτρῳ Ἀθηναίῳ ἐφʼ ἅλῳ τῆς Πουαμποιμήνεως τῶν δημοσίων τελεσμάτων ὄντων πρὸς σὲ τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σιλβανὸς Πόλλωνος μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος …ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος καὶ διʼ ἐμοῦ ἐγράφη.