Ancient Greek
CPR 8 47
Documentary Papyri, Cpr 8 47
Not analysed yet
……σίτου καθαροῦ ἀρτάβας δώδεκα ἥμισυ γίνονται σίτου ἀρτάβαι ιβ 𐅵,ἃς καὶ ἐπάναγκες ἀποδώσομεν ἐν μηνὶ …ἐκ νέων γενήματος καρπῶν τῆς εὐτυχοῦς τρίτης ἰνδικτίονος μέτρῳ τετάρτῳ δικαίῳ ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας τῆς πράξεώς σοι γιγνομένης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων παντοίων παντὸς εἴδους πράσσοντί σοι καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον ἁπλοῦν γραφὲν κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἀνουθίου σὺν τῇ μητρὶ αὐτοῦ Θεονίλλᾳ οἱ προκείμενοι ἔσχομεν καὶ ἀποδώσομέν σοι τὰς τοῦ σίτου ἀρτάβας δώδεκα ἥμισυ τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Κρίσπος Ἀλυπίου ὁ καὶ τὸ σωμάτιον γράψας ἔγραψα ὑπὲρ αὐτοῦ ἀξιωθεὶς ἀγραμμάτου ὄντος.