Ancient Greek
DDbDP 2020 1
Documentary Papyri, DDbDP 2020 1
Not analysed yet
Ἑρμόφιλος Τιεῦτι χαίρειν. ἀπόστειλον ἡμῖν τὴν βύρσαν παραδοὺς Ἄβδωι τῶι παρὰ Καλλιδήμου. σύνταξον δ’ Ἐμροῦτι τῶι ὀρεινῶι Ἄραβι καὶ τοῖς υἱοῖς καταγαγεῖν τὰς θηλείας εἰς τὴν γράστιν ὅπως ὀχευθῶσι· εἰ δὲ μή, ὅτι ἀποτείσουσί μοι τοὺς πώλους οὓς δεῖ αὐτὰς τεκεῖν· διαμαρτυρεῖ δὲ ἐναντίον Ῥαδάνου καὶ τῶν ἄλλων τῶν παρὰ σοὶ ὅπως μὴ ἐξ ὑστέρου ἀρνῆται καὶ γράψον μοι ὃ ἄν σοι ἀποκριθῶσι. ἔρρωσο. ἔτους κδ Τυβι ιγ