Ancient Greek
DDbDP 2020 2
Documentary Papyri, DDbDP 2020 2
Not analysed yet
ἐν Μυὸς Ὅρμωι τῶι πρὸς τῇ ἐρυθρᾷ θαλάσσῃ ἔτους δωδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Φαμενὼθ ἐνάτῃ καὶ εἰκάδι Ἀμμώνιος Εὐδαίμονος Πέρσης τῆς ἐπιγονῆς Λουκίῳ Λογγίνῳ στρατιώτῃ Ἱπποκάμπου τεσσεραρίας χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐνθάδε ἐπὶ Μυὸς Ὅρμου χρῆσιν ἔντοκον ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας τόκων στατηριαίων τῆς μνᾶς ἑκάστης τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσω σοι ἕως μηνὸς Μεσορὴ τῇ θ…