Ancient Greek
JJP 44 (2014), p. 101-107 no. 1
Documentary Papyri, Jjp 44 104_1
Not analysed yet
ἐδάνεισεν Ἀχιλλεῖ τῶι καὶ Ἰναρώυτι Ἀφροδισίου τοῦ καὶ Πνεφερῶτος Πέρσηι τῆς ἐπιγονῆς ῥαφανίνου σπέρματος ἀρτάβας γ σὺν ἡμιολίαι ἀποδότω Παῦνι τοῦ η ἔτους ἐν Εὐημερίαι μέτρωι ἑξαχοινίκωι ἐλαιουργικῶι συγγραφοφύλαξ Πτολεμαῖος. Ἀχιλλεὺς ὁ καὶ Ἰναρῶυς Ἀφροδισίου τοῦ καὶ Πνεφερῶτος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον τὰς τρεῖς ἀρτάβας τοῦ ῥαφανίνου …ρ… ἀποδώσω ἐν μηνὶ Παῦνι τοῦ ὀγδόου ἔτους ἐν Εὐημερίᾳ μέτρῳ ἐλαιουργικῷ καθὰ γέγραπται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Πτολεμαίῳ. ἔγραψεν ὑπὲρ αὐτοῦ Φιλήμων Φιλήμονος ἀξιωθεὶς διὰ τὸ φάσκειν αὐτὸν μὴ ἐπίστασθαι γράμματα. ἔτους ζ Μεσορὴ κδ ἀναγέγραπται ἐν Εὐημερίας γραφείῳ διὰ Διδύμου.