Ancient Greek
JJP 44 (2014), p. 107-112 no. 2
Documentary Papyri, Jjp 44 108_2
Not analysed yet
ἔτους ια Χοιὰχ ιδ ἐδάνεισεν …ος Ζωσίμωι τῶι καὶ Ἀρεβρῦτι Πασίωνος Πέρσηι τῆς ἐπιγονῆς καὶ …λ τούτου μητρὶ Ἀπολλωνίαι τῆι καὶ Σεν… Ζωσίμου τοῦ καὶ Ἀρεβρωῦτος …υἱοῦ ἀργυρίου ἐπισήμου δοκίμου Πτολεμαικοῦ …δραχμὰς ε… οε ἀποδότω Παῦνι τοῦ αὐτοῦ ια ἔτους …ισ…κ …Διονύσιος συγγραφοφύλαξ Πτολ Ζώσιμος ὃς καὶ Ἀρεβρῶς Πασίωνος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὸ δάνειον σὺν τῆι μητρὶ μοῦ Ἀπολλωνίᾳ τῆι καὶ Σενύρει Περσίνηι μετὰ κυρίου ἐμοῦ τὰς τοῦ ἐπισήμου ἀργυρίου δοκίμου Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑβδομήκοντα πέντε ἐν τόκοις διδράχμοις καὶ ἀποδώσομεν ἐν μηνὶ Παῦνι τοῦ ἑνδεκάτου ἔτους καὶ ἐγγυώμεθ’ ἀλλήλους εἰς ἔκτισιν καθώς γέγραπται καὶ τεθείμεθα τὴν συγγραφὴν κυρίαν παρὰ Πτολ…. ἔγραψεν Διονύσιος Διονυσίου ἀξιωθεὶς ὑπ’ αὐτῶν διὰ τὸ φάσκειν αὐτοὺς μὴ ἐπίστασθαι γράμματα. ἔτους ια Χοιὰχ ιδ ἀναγέγραπται διὰ Πετάλου νομογράφου τοῦ πρὸς τῶι γραφείωι Θεαδελφείας …