Ancient Greek
36.A.1 to 36.B.40
Documentary Papyri, Jur.Pap. 36.A.1-36.B.40
Not analysed yet
βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου Ἐπιφανοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένης Αὐτομὰ τῆς ἐκ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς αὐτοῦ καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου ἀργυρίου ἐπισήμου δραχμὰς τριάκοντα τειμὴν ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆς ἐπονομαζομένης Δαδβακανρὰς τὸ ἴδιον μέρος τὸ ἐπιβάλλον αὐτῷ μέρος παρὰ τῶν συνκλήρων μετὰ ὕδατος καὶ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὴν πᾶσιν. ἔστω τὸ ἓν μέρος Βαράκει καὶ τὸ ἓν μέρος Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης ἕξει τὴν ἀργυρώνητον ἄμπελον εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ, τελοῦντες κατ’ ἐνιαυτὸν κοινῇ τὰ γεγραμμένα ἐν τῇ παλαιᾷ συνγραφῇ πάντα ἀπὸ πλήρους. καὶ μὴ ἐξέστω τῷ Βαράκει μηδὲ τῷ ἀδελφῷ αὐτοῦ μηδὲ τοῖς ἐγγόνοις αὐτῶν μηδὲ ἄλλῷ μηθενὶ ὑπὲρ αὐτῶν ἐγβαλεῖν τὸν Γαθάκην ἐκ τῆς ἀργυρωνήτου ἀμπέλου, μήτε αὐτὸν μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῇ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τιμὴν διπλῆν καὶ ἄλλας ἐπιτίμου δραχμὰς σ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ἐὰν δὲ καὶ ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιήσῃ αὐτὴν ἀνέπαφον, ἀποτειννυέτω τὸ αὐτὸ ἐπίτιμον. καὶ τὸ ὕδωρ παρὰ ὀγδόην ἡμέρας τὸ ἥμισυ καὶ τῆς ἐπαγωγῆς νυκτὸς τὸ ἥμισυ. μάρτυρες Χοσστρόης Ὀρκαδάτου, Ἀπάκης Ὑστοβώγου, Μειριδάτης Ὀχοβάγου. καὶ κρεῶν λε, ελος α, ἄρτων καθαρῶν ν, βοῦς η, οἴνου κοτύλας β καὶ ἐνβάθρου δραχμὴν α. βασιλεύοντος βασιλέων Ἀρσάκου Εὐεργέτου Δικαίου …Ἐπιφανοῦς καὶ Φιλέλληνος καὶ βασιλισσῶν Σιάκης τε τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικὸς καὶ Ἀρυαζάτης τῆς ἐπικαλουμένης Αὐτομὰ τῆς ἐκ βασιλέως μεγάλου Τιγράνου καὶ γυναικὸς καὶ Ἀζάτης τῆς ὁμοπατρίας αὐτοῦ ἀδελφῆς καὶ γυναικός, ἔτους εκσ μηνὸς Ἀπελλαίου ἐν ὑπαρχείᾳ Βαισείροις πρὸς σταθμῷ Βαιθαβάρτοις ἐν κώμῃ Κωπάνει ἐπὶ τῶν ὑπογεγραμμένων μαρτύρων. ἐξωμολογήσατο καὶ συνεγράψατο Βαράκης καὶ Σωβήνης οἱ τοῦ Μαιφόρρου υἱοὶ εἰληφέναι παρὰ Γαθάκου τοῦ Οἰπάτου υἱοῦ ἀργυρίου ἐπισήμου δραχμὰς τεσσαράκοντα τιμὴν