Ancient Greek
36.B.41 to 36.B.64
Documentary Papyri, Jur.Pap. 36.B.41-64
Not analysed yet
ἀμπέλου τῆς οὔσης ἐν κώμῃ Κωπάνει τῆς ἐπονομαζομένης Γανζακὴν τὸ ἴδιον μέρος τὸ ἐπιβάλλον αὐτῷ τὸ ἴδιον μετὰ ἀκροδρύοις καρποφόροις τε καὶ ἀκάρποις καὶ εἰσόδῳ καὶ ἐξόδῳ καὶ τοῖς συνκύρουσιν εἰς αὐτὸν πᾶσιν, τὸ ἥμισυ Βαράκει καὶ τὸ ἥμισυ Γαθάκει, ἐφ' ᾧ παραλαβὼν ὁ δηλούμενος Γαθάκης ἕξει εἰς τὸν ἅπαντα χρόνον, αὐτός τε καὶ τὰ ἔγγονα αὐτοῦ εἰς τὸν ἅπαντα χρόνον, τελοῦντες κατ’ ἐνιαυτὸν τῶν γινομένων ἐν τῇ συνγραφῇ πάντα ἀπὸ πλήρους κοινῇ ,καὶ μὴ ἐξέστω τῷ Βαράκει μηδὲ τοῖς ἐγγόνοις αὐτοῦ, μηδὲ τῷ ἀδελφῷ μηδὲ τῷ μεταλαμβάνοντι τὴν ἄμπελον παρ’ αὐτῶν ἐγβαλεῖν μηδὲ τὸν Γαθάκην, μηδὲ τὰ ἔγγονα αὐτοῦ. ὃς ἂν δὲ ἐγβάλῃ ἢ ἄλλου ἐγβαλλομένου μὴ καταστὰς διεξάξῃ καὶ μὴ καθαρὰ ποιήσῃ, ἔσται ἄκυρος καὶ προσαποτείσει ἣν ἔλαβεν τειμὴν διπλῆν καὶ ἄλλας ἐπιτίμου δραχμὰς σ καὶ τῷ βασιλεῖ τὰς ἴσας. ὁμοίως δὲ καὶ ἐὰν ὁ Γαθάκης ὀλιγωρήσῃ τὴν ἄμπελον καὶ μὴ ποιήσῃ αὐτὴν ἀνέπαφον, ἀποτείσει τὸ αὐτὸ ἐπίτιμον. ἕξει δὲ καὶ τὸ ὕδωρ τὸ ἐπιβάλλον αὐτῷ μέρος μετὰ τῶν συνκλήρων. ἔγγυον δὲ καὶ συνέγδοτον κατέστησεν Βαράκης καὶ Σωβήνης Χοσστρόην καὶ Ἀπάκην. μάρτυρες Δηνόβαζος Ορο…, Μειριδατης Ὀχοβάγου, Φραάτης Συκυνήματος, Μαρζυ… ρης. δώσει δὲ καὶ ὁ Γαθάκης τῷ Βαράκει ἐνβάθρου δραχμὴν α, κρεῶν εκ… ἄρτων καθαρῶν ν, οἴνου κοτύλας β κ…κε, βους η δώσει δὲ καὶ Βαράκης Γαθάκει ἀπὸ ληνοῦ τὸ κα ρύμα καὶ απόρρυμα καὶ ινδα κ…νζην καὶ στέμφυλα ἀγέμιστα.