Ancient Greek
O.Claud. 1 137
Documentary Papyri, O.Claud. 1 137
Not analysed yet
Οὐαλέριος Παλμᾶς Οὐαλερίῳ Λόγγῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. θέλω σε γνῶναι ὅτι ἦρκέν μοι Διοκλῆς τὸν χαλκόν μου, στατῆρας δεκαεπτά, καὶ τὴν ἀκόνην. εἰ δύνῃ, πιάσαι Φουρίου τὴν ἀκόνην ἀκεραίως ἕως ἔρχωμαι καὶ κρινῶ μετʼ αὐτοῦ. οὐδεὶς γὰρ εἰσῆλθεν εἰ μὴ αὐτός. καὶ ἐγὼ ἐγερθεὶς πρωῒ ζητήσας καὶ οὐχ εὗρον. οὐδείς μοι κομειᾶτον ἔδωκεν ὡς εὐκαιρίαν σχῶ. ἄσπασε τὴν ἀδελφήν σου. ἀσπάζεται Μάξιμος.