Ancient Greek
O.Claud. 1 138
Documentary Papyri, O.Claud. 1 138
Not analysed yet
Μάξιμος Σεραπειάδει τῇ ἀδελφῇ κυρίᾳ πλεῖστα χαίρειν. οἶδα ἐμαυτὸν ὅτι οὐδὲν κακόν σοι ἐποίησα οὐδὲ ἐμίσησα ἅ μοι ταχέως ἐμίσησας. οὐδὲν οὖν μέμφομαι Οὐαλέριν Λόγγον τὸν ἀδελφόν μου εἰ αὐτὸς ἠμέλησεν καὶ καταφρονεῖ ἐμοῦ τοῦ ἀδελφοῦ αὐτοῦ. σὺ δέ, ἔδει σε αὐτῷ εἰπεῖν· γράψον ὄστρακον τῷ ἀδελφῷ σου. ἀλλὰ οἱ παρʼ ὑμῖν λεγέτωσαν απο…α…ις ὡς ἂν ἀπὸ ψυχῆς εὐχαρειστῶ ὑμᾶς. Παλμᾶς εἰς Καμπὴν ἀπῆλθεν. ἡμέρας ἔχει δ. περὶ τοῦ χοιριδίου ἀμερίμνει, κυρεία. ἐγὼ πέμπω σοι. πέμψον μοι τὸ πελέκειον. ἄσπασε τὸν ἀδελφόν μου. ἔρρωσο.