Ancient Greek
O.Claud. 1 155
Documentary Papyri, O.Claud. 1 155
Not analysed yet
Ἀμμώνις Ἀπολλωνίωι τῷ συμπολίτῃ καὶ ἀδελφῷ χαίρειν. Ἁρπαήσιος ὁ κιβαριάτης εἴρηκέ μοι ὅτι ἐπιστολὴν ἔλαβα ἀπὸ τῆς γυναικός μου. ἐρωτῶ σε πέμψεις μοι αὐτήν. ἀσπάζομαι τοὺς παρʼ ἡμῶν πάντας. ἔρρωσο, ἄδελφε. εἰς τὴν Καμπήν μοι πέμψεις.