Ancient Greek
O.Claud. 1 156
Documentary Papyri, O.Claud. 1 156
Not analysed yet
Ἀντίγονος Μαρίωνι τῷ ἀδελφῷ χαίρειν. ἔπεμψά σοι διὰ Καρπουννίου τοῦ συμπολίτου ἡμῶν τοῦ κιβαριάτου τὸ χειρόγραφον Ῥουτιλίου. ἐρωτῶ σε, ἄδελφε, ὡς ἠρώτησά σε εἰς Αἴγυπτον, ἵνα ἀπαιτήσῃς αὐτὸν εἴ τι ὀφείλει. οἶδα ὅτι γοργὸς εἶ μή σε περιγελάσῃ ῥήμασι. ὑπονοεῖ ὡς σὸν εἶναι τὸ γράμμα. ἐρεῖς καὶ τῇ ἐξουσίᾳ ὅτι πόσον χρόνον ἔχει τὸ χειρόγραφον καὶ οὐκ ἀποδέδωκεν. ἔρρωσο.