Ancient Greek
O.Claud. 2 225
Documentary Papyri, O.Claud. 2 225
Not analysed yet
Διόσκορος Δράκωνι καὶ Ερημησις καὶ Ἀμμωνιανῷ κουράτορι ἀμφοτέροις τοῖς φιλτάτοις πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομαι ὑμᾶς ὑγιαίνειν καὶ τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῇ Τύχῃ τοῦ πραισιδίου καὶ τῶν ὀρέων ὅπου ἐπιξενοῦμαι. τὰ νῦν ἔπεμψά σοι τὸ τρικεράμιον καὶ οὐκ ἔπεμψες μοι τὸ ἀντίγραφον. ἀσπάζομαι Πετοσῖριν. φρόντισόν μοι ὀψαρίδια, ἀναδώσω δηνάριον ἕκαστον. καὶ γράψον μοι περὶ τῆς σωτηρίας ὑμῶν. ἄσπασαι Σαραπάμμωνα Ἀντω… ἐρρῶσθαι εὔχομαι.