Ancient Greek
O.Claud. 2 226
Documentary Papyri, O.Claud. 2 226
Not analysed yet
γράψον μοι τὴν τιμὴν τοῦ σοῦ ὀξειδίου. Διόσκορος Δράκωνι καὶ Ερεμησις καὶ Ἀμμωνιανῷ κουράτορι καὶ Πετοσίρει καὶ Πανίσκῳ ἀμφοτέροις τοῖς φιλτάτοις πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὔχομε ὑμᾶς ὑγιαίνειν. κομίσατε παρὰ Πουώνσεως τοῦ φαμειλιαρεικοῦ θριδακίου δέσμας ε μίαν ἕκαστος κατʼ ὄνομα. τὰ νῦν, ἄδελφε Δράκων, κόμισαι ἄλλα β θριδάκια σοι καὶ Ερεμησις. ἔπεμψα ὑμῖν τριθημέρῃ καυλίων δέσμας γ καὶ οὐκ ἔγραψάς μοι τὸ ἀντίγραφον ὅτι ἔλαβον ἢ οὐκ ἔλαβον. ἔρρωσθε.