Ancient Greek
O.Claud. 2 228
Documentary Papyri, O.Claud. 2 228
Not analysed yet
Διόσκορος Δράκωνι καὶ Ερεμεσις καὶ Ἀμμωνιανῷ κουράτορι ἀμφοτέροις τοῖς φιλτάτοις πολλὰ χαίρειν. καὶ τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῇ Τύχῃ τοῦ πραισιδίου καὶ τῶν ὀρέων ὅπου ἐπιξενοῦμαι. ποσάκις ἔγραψα ὑμῖν οὐδεὶς ὑμῶν γράψας μοι; κομίσατε παρὰ Εὐτυχ σευτλίων δέσμας γ καὶ ἄλλην δέσμην σερίδων. διαμερίσατε οἱ τρεῖς. γράψον μοι περὶ τῆς σωτηρίας ὑμῶν. μὴ ὀκνήσητε ὃ λαμβάνετε γράψον μοι ἵνα καὶ ἐγὼ μάθω ὅτι ἔλαβον τὸ ἐπʼ αὐτοῦ. ἐρρῶσθαί σε εὔχομαι.