Ancient Greek
O.Claud. 2 227
Documentary Papyri, O.Claud. 2 227
Not analysed yet
Διόσκορος Δράκονι καὶ Ερεμησις καὶ Ἀμμωνιανῷ τοῖς ἀμφοτέροις φιλτάτοις πολλὰ χαίρειν. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. ἐὰν γένηται λάχανα πέμπω ὑμῖν. κομίσατε μαρσίππιον σινάπεως εἰς τοὺς τρεῖς. πέμπω σοι τὸ κεράμιον μετὰ τῆς προβολῆς. οὐκ ἔστι χρεία, λοιπόν, πέμψαι τὸ μάτιον τοῦ ἁλός. εὕρηκα ἐνθάδε τὸ δηνάριον τοῦ ὀψαριδίου ὃ ἔπεμψάς μοι. ἐπιστολὴν οὐκ ἔλαβον μετʼ αὐτοῦ. ἐρρῶσθαί σε εὔχομαι. αικονκει ειδοννατιβον καὶ πέμψον ἡμῖν ἄνω