Ancient Greek
O.Claud. 2 258
Documentary Papyri, O.Claud. 2 258
Not analysed yet
Τιτιανὸς Ἀλεξᾶτι τῷ φιλτάτῳ πολλὰ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Ἴσιδι. ἀσπάζομαι Ὀρσενοῦφιν καὶ Μαρῖνον καὶ Λέοντα. ἐξπουγεύσαμεν τὸ δονάτιβον. τὰ νῦν λάχανα οὐκ ἔχομεν ὑμῖν μέμψαι. γράψον μοι περὶ τῆς σωτηρίας ὑμῶν. ἀσπάζεται ὑμᾶς Ἀλέξανδρος. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.