Ancient Greek
O.Claud. 2 259
Documentary Papyri, O.Claud. 2 259
Not analysed yet
Τιτιανὸς Σεραπάμμωνι καὶ Ἀμμωνιανῷ πολλὰ χαίρεν. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῇ κυρίᾳ Ἴσιδι. Τιτιανὸς Μαξίμῳ τῷ φιλτάτῳ πλεῖστα χαίρειν. μελησάτω σοι περὶ ὧν σοι ἐνετειλάμην. Τιτιανὸς Ἀλεξᾶτι καὶ Ὀρσενούφει καὶ Μαρίνῳ καὶ Λέοντι τοῖς φιλτάτοις χαίρειν. τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῇ κυρίᾳ Ἴσιδι. ἀσπάζομαι Ἀσκληπιάδην. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.