Ancient Greek
O.Claud. 2 260
Documentary Papyri, O.Claud. 2 260
Not analysed yet
Μάξιμος Ἀλεξᾶτι καὶ Ὀρσενοῦφι καὶ Ἀσκληπιάδῃ καὶ Μαρίνῳ καὶ Λέοντι ἀμφοτέροις τοῖς ἀδελφοῖς πλεῖστα χαίρειν. γινώσκειν ὑμᾶς θέλω ὅτι πρὸς τὸν Χοιὰκ ἀλλασσόμεθα. τοῦτό μοι γράφουσι οἱ εἰς τὸ ὑποκάτω πραισίδιον. μὴ ἀμελῖτέ μοι γράφιν περὶ τῆς σωτηρίας ὑμῶν. ἀσπάζεται ὑμᾶς Οὔλπις καὶ Τιτιανὸς καὶ πάντες. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.