Ancient Greek
O.Claud. 2 270
Documentary Papyri, O.Claud. 2 270
Not analysed yet
Πατρεμπαβάθης Ἀπολινάρι τῷ ἀδελφῷ πολλὰ χαίρειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Ἴσι. τὰ νῦν, ἄδελφε, μὴ μέμψαι με ὅτι οὐκ ἔπεμψα σοι λάχανον. ἐὰν γένηται, πέμψω σοι. τὰ νῦν περὶ ὧν εἴρηκά σοι ποίησον αὐτὰ καὶ ἀντίγραψόν μοι ἵνα ἔλθω πρὸς σέ. κόμισον παρὰ Νεμεσίωνος φαμιλιαρίου ὀβολοὺς δεκαέξ . ἐὰν λάβῃ αὐτά, ἀντίγραψόν μοι. μὴ ἀμέλει ποίησόν μοι ταῦτα. γράψον μοι περὶ τῆς σωτηρίας σου. ἐρρῶσθαί σε εὔχομαι.