Ancient Greek
O.Claud. 2 271
Documentary Papyri, O.Claud. 2 271
Not analysed yet
Πατρεμπαβάθης Ἀπολλινάρι τῷ φιλτάτῳ πολλὰ χαίρειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς καὶ ἤκουσα ὅτι μέλλεις καταβαίνιν. καλῶς ποιήσις, ἄδελφε, ποιήσας μοι περὶ ὧν σοι ἐνετιλάμην. κόμισαι δεσμίδιν λαχάνων παρὰ Ῥούφου. ἀσπάζεταί σε Δίδυμος. σπούδασον πέμψαι ἐκείνῳ τὸ χοιρίδιν. ἐρρῶσθαί σε εὔχομαι.