Ancient Greek
O.Claud. 2 279
Documentary Papyri, O.Claud. 2 279
Not analysed yet
Ἡρακλείδης Πανίσκῳ τῷ φιλτάτωι πολλὰ χαίρειν. καλῶς ποιήσῃς, ἄδελφε, κόμισον παρὰ Νικηφόρου τὴν θήκην καὶ οὕτως ὅρμασαι τὸ σὸν ζμηλὶν μαχαίριν καλὸν καὶ πρόσοψιν λέοντος ἔχοντα ἵνα ἦν εὐζηλότερον γενέσθαι καὶ θαυμάζωμεν. τὴν τιμὴν αὐτοῦ φέρω σοι ἐρχόμενος μετὰ τῆς προβολῆς. ἀσπάζομαι τὸν φίλον σου Ἑρμῖνον καὶ Κλαύδις Ἐπώνυχος. ἄσπαζε Ψενοσῖριν καὶ Ἄρειον τοὺς Ψελκείτας. ἀσπάζεταί σε Διονύσιος. οὔπω λάχανα γέγονεν. μὴ ἀμελήσῃς περὶ ζμηλιμαχαίριον ἵνα τὸ κεφάλιν αὐτοῦ ἦι ὁλοχάλκινον. ἐρρῶσθαί σε εὔχομαι. διευτύχει.