Ancient Greek
O.Claud. 2 280
Documentary Papyri, O.Claud. 2 280
Not analysed yet
Ἡρακλείδης καὶ Διονύσιος Πανίσκῳ καὶ Ἑρμίνῳ τοῖς ἀμφοτέροις πολλὰ χαίρειν. τὸ προσκύνημα ὑμῶν ποιοῦμεν παρὰ τῇ Τύχῃ τοῦ πραισιδίου. ἔγραψες ἡμεῖν τότε ὅτι ἔπεμψα διπλοκέραμον ὕδωρ. οὐκ ἔδωκεν ἡμῖν εἰ μὴ μικκὸν κέραμον. κόμισον τὸ σφυρίδιν ὃ ἔπεμψες ἡμῖν ὑπὸ τῶν χεσμάτων ἵνα, ἐὰν εὕρῃς εὐκαιρίαν, πάλιν πέμψον ἡμεῖν ἐξ αὐτοῦ. τὰ νῦν οὔπω γέγονεν τὰ λάχανα. μὴ ἀμελήσῃς περὶ τῶν τεμαχίων ἵνα ἀγοράσῃς. ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα, προσφιλέστατοι.