Ancient Greek
O.Did. 325
Documentary Papyri, O.Did. 325
Not analysed yet
Σερτόρις Ἰουλίῳ Βιθυνῷ πλεῖστα χαίρειν· ἤκουσα ὅτι ἠσθένησας· εὔχομαί σε ὑγιαίνειν. οἶσθα καὶ σὺ ὅτι οὐθὲν ὧδε ἔχομεν πέμψαι σοι εὐθέως. τῷ ἀδελφῷ σου Λονγίνωι ὁμοῦ ζῶμεν. εἴρηκας μοι ὑπὲρ τοῦ κομονοπλαρίου σου εἰς Διὸς πόλιν καὶ οὐ πεπίστευκά σοι. ἀφ’ οὗ ἀνέβην, μετὰ Λονγίνου συνσκηνῶ. εἰς ἡμᾶς ὁ ἄνθρωπος πολεμεῖ, ὁ κομονοπλάρις σου, ψευδομαρτυρῶν. ἄσπασαι Κλήμην. ἀσπάζεταί σε Λονγῖνος. ἄσπασαι τοὺς συνστρατιώτας πάντας.